Return to main page for Stiblinus. | See the page images at BSB Munich.
Πέμπω πρός σε, Ὀπωρινὲ προσφιλέστατε, τὸ τοῦ Εὐριπίδου βιβλίον ἑλληνικόν, ἐν ᾧ ἔξεστί σοι εἰδέναι ἑκάστους μύθους εἰς πέντε δράματα, καὶ τοῦτο κατ’ ἔθος λατινῶν, διῃρημένους· ὅπερ δὴ πρᾶγμα οὐ σμικρὰν ῥοπὴν μοὶ δοκεῖ ἔχειν καί τε πρὸς τὸ ἀμύνεσθαι τὸν τοῦ ἀναγνώστου κόρον καὶ πρὸς νοῦν καὶ σύνεσιν σαφεστέραν τῶν τοῦ ποιητοῦ. ἐπὶ τούτοις δὲ καὶ πταίσματά τινα ἢ διαφθορὰς διωρθωσάμην, ἃ μὲν παρεισέπεσον, οἶμαι, εἰς προφερέστατον ποιητὴν, ἤτε ἐκ χρόνου πολλοῦ ἤτε καὶ καλλιγράφων ὀλιγωρίᾳ. πλειόνων δὲ ἐν τῇ τοιαύτῃ τῶν ἐπανορθωθέντων ἀντιγράφων ἀπορίᾳ ἐπανόρθωσιν προσποιεῖσθαι, ἐπικίνδυνον καὶ τολμηρὸν ἡγησάμην. ὃ δὴ μοὶ καὶ συγγνωμικωτέρους ἂν τοὺς δικάζοντας τῶν μὴ ὀρθῶς ἐνδεδειγμένωνν εἰκότως παρασκευάσειε. τὸ λοιπὸν δὲ σοὶ ἐπιτρέπω πᾶν τὸ πρᾶγμα, ὅσον εἰς ἔκδοσιν. γενήσεται ἐκ τούτου δημόσιον καὶ μέγα ὄφελος ἅπασιν τοῖς ἁπτομένοις τῶν ἑλληνικῶν, καὶ ἀληθοῦς παιδείας, καὶ διὰ τὸ κάλλος τῶν λόγων καὶ γνώμης περιττὸν καὶ ἐν ἅπασι πέρα τῆς ἐλπίδος διαφέρον, καὶ ἀξίωμα τῆς ὑποθέσεως, ἠδὲ καὶ ἀκρίβειαν τῆς ἁπάσης πραγματείας. ἔρρωσο. ἐν τῷ Σελεσταδίῳ τῆς παλαιᾶς ἐλκήβου, μηνὶ ἀνθεστηριῶνος.
*[Johannes Oporinus (= Hans Herbst), 1507-1568, was a noted printer in Basel and published many editions of classical authors.]
ΝΙΚΟΛΑΟΣ Ο ΓΑΛΛΩΤΟΣ
εἰς τὸν μεταφράστην.
ἔστιν ἀθηναίου ποίηματα καλὰ τραγῳδοῦ,
ἀλλὰ τὰ δράματά σου σύνδυο καλὰ πέλει.
νυνὶ δὴ εὐριπίδην, ὡς δεῖ, Στιβλῖνε παρεῖχες,
νυνὶ καὶ εὐνοίαν εὔχαριν ἀντιφέροις.
**[Not yet identified.]
Return to main page for Stiblinus.